John 1:28-39. ταῦτα ἐν βηθανίᾳ ἐγένετο πέραν τοῦ
ἰορδάνου, ὅπου ἦν ὁ ἰωάννης βαπτίζων. τῇ ἐπαύριον βλέπει τὸν ἰησοῦν ἐρχόμενον
πρὸς αὐτόν, καὶ λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ
κόσμου. οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν
μου γέγονεν, ὅτι πρῶτός μου ἦν. κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ
τῷ ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. καὶ ἐμαρτύρησεν ἰωάννης
λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ
ἔμεινεν ἐπ' αὐτόν: κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν
ὕδατι ἐκεῖνός μοι εἶπεν, ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον
ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. κἀγὼ ἑώρακα, καὶ
μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. τῇ ἐπαύριον πάλιν εἱστήκει
ὁ ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ ἰησοῦ περιπατοῦντι
λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος
καὶ ἠκολούθησαν τῷ ἰησοῦ. στραφεὶς δὲ ὁ ἰησοῦς καὶ θεασάμενος αὐτοὺς
ἀκολουθοῦντας λέγει αὐτοῖς, τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ, ῥαββί ὃ λέγεται
μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις; λέγει αὐτοῖς, ἔρχεσθε καὶ ὄψεσθε.
ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην:
ὥρα ἦν ὡς δεκάτη. |
John 1:28-39. These things were done in Bethabara beyond Jordan, where
John was baptizing. The next day John seeth Jesus coming unto him, and
saith, Behold the Lamb of God, which taketh away the sin of the world.
This is he of whom I said, After me cometh a man which is preferred before
me: for he was before me. And I knew him not: but that he should be made
manifest to Israel, therefore am I come baptizing with water. And John
bare record, saying, I saw the Spirit descending from heaven like a dove,
and it abode upon him. And I knew him not: but he that sent me to baptize
with water, the same said unto me, Upon whom thou shalt see the Spirit
descending, and remaining on him, the same is he which baptizeth with the
Holy Ghost. And I saw, and bare record that this is the Son of God. Again
the next day after John stood, and two of his disciples; And looking upon
Jesus as he walked, he saith, Behold the Lamb of God! And the two disciples
heard him speak, and they followed Jesus. Then Jesus turned, and saw them
following, and saith unto them, What seek ye? They said unto him, Rabbi,
(which is to say, being interpreted, Master,) where dwellest thou? He saith
unto them, Come and see. They came and saw where he dwelt, and abode with
him that day: for it was about the tenth hour. |