John 1:15-27. ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν
λέγων, οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν,
ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,
καὶ χάριν ἀντὶ χάριτος: ὅτι ὁ νόμος διὰ μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ
ἀλήθεια διὰ ἰησοῦ χριστοῦ ἐγένετο. θεὸν οὐδεὶς ἑώρακεν πώποτε: μονογενὴς
θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. καὶ αὕτη ἐστὶν
ἡ μαρτυρία τοῦ ἰωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ ἰουδαῖοι ἐξ ἱεροσολύμων
ἱερεῖς καὶ λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, σὺ τίς εἶ; καὶ ὡμολόγησεν καὶ
οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός. καὶ ἠρώτησαν
αὐτόν, τί οὖν; σύ ἠλίας εἶ; καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ
ἀπεκρίθη, οὔ. εἶπαν οὖν αὐτῷ, τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν
ἡμᾶς: τί λέγεις περὶ σεαυτοῦ; ἔφη, ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε
τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν ἠσαΐας ὁ προφήτης. καὶ ἀπεσταλμένοι ἦσαν
ἐκ τῶν φαρισαίων. καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, τί οὖν βαπτίζεις
εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ ἠλίας οὐδὲ ὁ προφήτης; ἀπεκρίθη αὐτοῖς ὁ
ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι: μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ
οἴδατε, ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ
τὸν ἱμάντα τοῦ ὑποδήματος. |
John 1:15-27. John bare witness of him, and cried, saying, This was he
of whom I spake, He that cometh after me is preferred before me: for he
was before me. And of his fulness have all we received, and grace for grace.
For the law was given by Moses, but grace and truth came by Jesus Christ.
No man hath seen God at any time, the only begotten Son, which is in the
bosom of the Father, he hath declared him. And this is the record of John,
when the Jews sent priests and Levites from Jerusalem to ask him, Who art
thou? And he confessed, and denied not; but confessed, I am not the Christ.
And they asked him, What then? Art thou Elias? And he saith, I am not.
Art thou that prophet? And he answered, No. Then said they unto him, Who
art thou? that we may give an answer to them that sent us. What sayest
thou of thyself? He said, I am the voice of one crying in the wilderness,
Make straight the way of the Lord, as said the prophet Esaias. And they
which were sent were of the Pharisees. And they asked him, and said unto
him, Why baptizest thou then, if thou be not that Christ, nor Elias, neither
that prophet? John answered them, saying, I baptize with water: but there
standeth one among you, whom ye know not; He it is, who coming after me
is preferred before me, whose shoe's latchet I am not worthy to unloose. |