Mark 7:17-23. καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ
ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν. καὶ λέγει αὐτοῖς,
οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον
εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ
εἰς τὴν καρδίαν ἀλλ' εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;
_ καθαρίζων πάντα τὰ βρώματα. ἔλεγεν δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον
ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον: ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ
διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι,
πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία,
ἀφροσύνη: πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον. |
Mark 7:17-23. And when he was entered into the house from the people,
his disciples asked him concerning the parable. And he saith unto them,
Are ye so without understanding also? Do ye not perceive, that whatsoever
thing from without entereth into the man, it cannot defile him; Because
it entereth not into his heart, but into the belly, and goeth out into
the draught, purging all meats? And he said, That which cometh out of the
man, that defileth the man. For from within, out of the heart of men, proceed
evil thoughts, adulteries, fornications, murders, Thefts, covetousness,
wickedness, deceit, lasciviousness, an evil eye, blasphemy, pride, foolishness:
All these evil things come from within, and defile the man. |