Matthew 16:21-28. ἀπὸ τότε ἤρξατο ὁ ἰησοῦς δεικνύειν
τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν
ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ
τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. καὶ προσλαβόμενος αὐτὸν ὁ πέτρος ἤρξατο ἐπιτιμᾶν
αὐτῷ λέγων, ἵλεώς σοι, κύριε: οὐ μὴ ἔσται σοι τοῦτο. ὁ δὲ στραφεὶς εἶπεν
τῷ πέτρῳ, ὕπαγε ὀπίσω μου, σατανᾶ: σκάνδαλον εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς
τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. τότε ὁ ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν
αὐτοῦ καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει
αὐτήν: ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. τί
γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ
ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; μέλλει γὰρ ὁ
υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων
αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. ἀμὴν λέγω ὑμῖν
ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν
ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. |
Matthew 16:21-28. From that time forth began Jesus to shew unto his disciples,
how that he must go unto Jerusalem, and suffer many things of the elders
and chief priests and scribes, and be killed, and be raised again the third
day. Then Peter took him, and began to rebuke him, saying, Be it far from
thee, Lord: this shall not be unto thee. But he turned, and said unto Peter,
Get thee behind me, Satan: thou art an offence unto me: for thou savourest
not the things that be of God, but those that be of men. Then said Jesus
unto his disciples, If any man will come after me, let him deny himself,
and take up his cross, and follow me. For whosoever will save his life
shall lose it: and whosoever will lose his life for my sake shall find
it. For what is a man profited, if he shall gain the whole world, and lose
his own soul? or what shall a man give in exchange for his soul? For the
Son of man shall come in the glory of his Father with his angels; and then
he shall reward every man according to his works. Verily I say unto you,
There be some standing here, which shall not taste of death, till they
see the Son of man coming in his kingdom. |