Matthew 16:13-20. ἐλθὼν δὲ ὁ ἰησοῦς εἰς τὰ μέρη καισαρείας
τῆς φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, τίνα λέγουσιν οἱ ἄνθρωποι
εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπαν, οἱ μὲν ἰωάννην τὸν βαπτιστήν,
ἄλλοι δὲ ἠλίαν, ἕτεροι δὲ ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς,
ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ σίμων πέτρος εἶπεν, σὺ εἶ
ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτῷ,
μακάριος εἶ, σίμων βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ'
ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ πέτρος, καὶ
ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν
αὐτῆς. δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς
ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς
γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. τότε διεστείλατο τοῖς μαθηταῖς
ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ χριστός. |
Matthew 16:13-20. When Jesus came into the coasts of Caesarea Philippi,
he asked his disciples, saying, Whom do men say that I the Son of man am?
And they said, Some say that thou art John the Baptist: some, Elias; and
others, Jeremias, or one of the prophets. He saith unto them, But whom
say ye that I am? And Simon Peter answered and said, Thou art the Christ,
the Son of the living God. And Jesus answered and said unto him, Blessed
art thou, Simon Barjona: for flesh and blood hath not revealed it unto
thee, but my Father which is in heaven. And I say also unto thee, That
thou art Peter, and upon this rock I will build my church; and the gates
of hell shall not prevail against it. And I will give unto thee the keys
of the kingdom of heaven: and whatsoever thou shalt bind on earth shall
be bound in heaven: and whatsoever thou shalt loose on earth shall be loosed
in heaven. Then charged he his disciples that they should tell no man that
he was Jesus the Christ. |