Matthew 17:1-9. καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ
ἰησοῦς τὸν πέτρον καὶ ἰάκωβον καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει
αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ
ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ
ὡς τὸ φῶς. καὶ ἰδοὺ ὤφθη αὐτοῖς μωϋσῆς καὶ ἠλίας συλλαλοῦντες μετ' αὐτοῦ.
ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν τῷ ἰησοῦ, κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι:
εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ μωϋσεῖ μίαν καὶ ἠλίᾳ
μίαν. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ
ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός,
ἐν ᾧ εὐδόκησα: ἀκούετε αὐτοῦ. καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον
αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ προσῆλθεν ὁ ἰησοῦς καὶ ἁψάμενος αὐτῶν
εἶπεν, ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα
εἶδον εἰ μὴ αὐτὸν ἰησοῦν μόνον. καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους
ἐνετείλατο αὐτοῖς ὁ ἰησοῦς λέγων, μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς
τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ. |
Matthew 17:1-9. And after six days Jesus taketh Peter, James, and John
his brother, and bringeth them up into an high mountain apart, And was
transfigured before them: and his face did shine as the sun, and his raiment
was white as the light. And, behold, there appeared unto them Moses and
Elias talking with him. Then answered Peter, and said unto Jesus, Lord,
it is good for us to be here: if thou wilt, let us make here three tabernacles;
one for thee, and one for Moses, and one for Elias. While he yet spake,
behold, a bright cloud overshadowed them: and behold a voice out of the
cloud, which said, This is my beloved Son, in whom I am well pleased; hear
ye him. And when the disciples heard it, they fell on their face, and were
sore afraid. And Jesus came and touched them, and said, Arise, and be not
afraid. And when they had lifted up their eyes, they saw no man, save Jesus
only. And as they came down from the mountain, Jesus charged them, saying,
Tell the vision to no man, until the Son of man be risen again from the
dead. |