Matthew 15:23-31. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ
προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, ἀπόλυσον αὐτήν,
ὅτι κράζει ὄπισθεν ἡμῶν. ὁ δὲ ἀποκριθεὶς εἶπεν, οὐκ ἀπεστάλην εἰ μὴ εἰς
τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ. ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα,
κύριε, βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν, οὐκ ἔστιν καλὸν λαβεῖν τὸν
ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπεν, ναί, κύριε, καὶ
γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν
κυρίων αὐτῶν. τότε ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτῇ, ὦ γύναι, μεγάλη σου
ἡ πίστις: γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας
ἐκείνης. καὶ μεταβὰς ἐκεῖθεν ὁ ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς γαλιλαίας,
καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ
ἔχοντες μεθ' ἑαυτῶν χωλούς, τυφλούς, κυλλούς, κωφούς, καὶ ἑτέρους πολλούς,
καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς: ὥστε
τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς
περιπατοῦντας καὶ τυφλοὺς βλέποντας: καὶ ἐδόξασαν τὸν θεὸν ἰσραήλ. |
Matthew 15:23-31. But he answered her not a word. And his disciples came
and besought him, saying, Send her away; for she crieth after us. But he
answered and said, I am not sent but unto the lost sheep of the house of
Israel. Then came she and worshipped him, saying, Lord, help me. But he
answered and said, It is not meet to take the children's bread, and to
cast it to dogs. And she said, Truth, Lord: yet the dogs eat of the crumbs
which fall from their masters' table. Then Jesus answered and said unto
her, O woman, great is thy faith: be it unto thee even as thou wilt. And
her daughter was made whole from that very hour. And Jesus departed from
thence, and came nigh unto the sea of Galilee; and went up into a mountain,
and sat down there. And great multitudes came unto him, having with them
those that were lame, blind, dumb, maimed, and many others, and cast them
down at Jesus' feet; and he healed them: Insomuch that the multitude wondered,
when they saw the dumb to speak, the maimed to be whole, the lame to walk,
and the blind to see: and they glorified the God of Israel. |