Matthew 15:15-22. ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῷ,
φράσον ἡμῖν τὴν παραβολήν [ταύτην]. ὁ δὲ εἶπεν, ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί
ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν
χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος
ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. ἐκ γὰρ τῆς καρδίας
ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι,
βλασφημίαι. ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν
φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. καὶ ἐξελθὼν ἐκεῖθεν ὁ ἰησοῦς ἀνεχώρησεν
εἰς τὰ μέρη τύρου καὶ σιδῶνος. καὶ ἰδοὺ γυνὴ χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων
ἐξελθοῦσα ἔκραζεν λέγουσα, ἐλέησόν με, κύριε, υἱὸς δαυίδ: ἡ θυγάτηρ μου
κακῶς δαιμονίζεται. |
Matthew 15:15-22. Then answered Peter and said unto him, Declare unto
us this parable. And Jesus said, Are ye also yet without understanding?
Do not ye yet understand, that whatsoever entereth in at the mouth goeth
into the belly, and is cast out into the draught? But those things which
proceed out of the mouth come forth from the heart; and they defile the
man. For out of the heart proceed evil thoughts, murders, adulteries, fornications,
thefts, false witness, blasphemies: These are the things which defile a
man: but to eat with unwashen hands defileth not a man. Then Jesus went
thence, and departed into the coasts of Tyre and Sidon. And, behold, a
woman of Canaan came out of the same coasts, and cried unto him, saying,
Have mercy on me, O Lord, thou son of David; my daughter is grievously
vexed with a devil. |