Matthew 8:1-13. καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους
ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ
λέγων, κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα
ἥψατο αὐτοῦ λέγων, θέλω, καθαρίσθητι: καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
καὶ λέγει αὐτῷ ὁ ἰησοῦς, ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον
τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν μωϋσῆς, εἰς μαρτύριον
αὐτοῖς. εἰσελθόντος δὲ αὐτοῦ εἰς καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος
παρακαλῶν αὐτὸν καὶ λέγων, κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός,
δεινῶς βασανιζόμενος. καὶ λέγει αὐτῷ, ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. καὶ
ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν
στέγην εἰσέλθῃς: ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. καὶ
γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ
λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ
τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ὁ ἰησοῦς ἐθαύμασεν
καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, ἀμὴν λέγω ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν
ἐν τῷ ἰσραὴλ εὗρον. λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν
καὶ ἀνακλιθήσονται μετὰ ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν
οὐρανῶν: οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον:
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ εἶπεν ὁ ἰησοῦς τῷ
ἑκατοντάρχῃ, ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς [αὐτοῦ]
ἐν τῇ ὥρᾳ ἐκείνῃ. |
Matthew 8:1-13. When he was come down from the mountain, great multitudes
followed him. And, behold, there came a leper and worshipped him, saying,
Lord, if thou wilt, thou canst make me clean. And Jesus put forth his hand,
and touched him, saying, I will; be thou clean. And immediately his leprosy
was cleansed. And Jesus saith unto him, See thou tell no man; but go thy
way, shew thyself to the priest, and offer the gift that Moses commanded,
for a testimony unto them. And when Jesus was entered into Capernaum, there
came unto him a centurion, beseeching him, And saying, Lord, my servant
lieth at home sick of the palsy, grievously tormented. And Jesus saith
unto him, I will come and heal him. The centurion answered and said, Lord,
I am not worthy that thou shouldest come under my roof: but speak the word
only, and my servant shall be healed. For I am a man under authority, having
soldiers under me: and I say to this man, Go, and he goeth; and to another,
Come, and he cometh; and to my servant, Do this, and he doeth it. When
Jesus heard it, he marvelled, and said to them that followed, Verily I
say unto you, I have not found so great faith, no, not in Israel. And I
say unto you, That many shall come from the east and west, and shall sit
down with Abraham, and Isaac, and Jacob, in the kingdom of heaven. But
the children of the kingdom shall be cast out into outer darkness: there
shall be weeping and gnashing of teeth. And Jesus said unto the centurion,
Go thy way; and as thou hast believed, so be it done unto thee. And his
servant was healed in the selfsame hour. |