Matthew 7:21-29. οὐ πᾶς ὁ λέγων μοι, κύριε κύριε,
εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ
πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια
ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ τότε ὁμολογήσω
αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς: ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν
ἀνομίαν. πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς
ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν
πέτραν. καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι
καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν
πέτραν. καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς
ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον.
καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν
τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. καὶ ἐγένετο
ὅτε ἐτέλεσεν ὁ ἰησοῦς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ
διδαχῇ αὐτοῦ: ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς
αὐτῶν. |
Matthew 7:21-29. Not every one that saith unto me, Lord, Lord, shall
enter into the kingdom of heaven; but he that doeth the will of my Father
which is in heaven. Many will say to me in that day, Lord, Lord, have we
not prophesied in thy name? and in thy name have cast out devils? and in
thy name done many wonderful works? And then will I profess unto them,
I never knew you: depart from me, ye that work iniquity. Therefore whosoever
heareth these sayings of mine, and doeth them, I will liken him unto a
wise man, which built his house upon a rock: And the rain descended, and
the floods came, and the winds blew, and beat upon that house; and it fell
not: for it was founded upon a rock. And every one that heareth these sayings
of mine, and doeth them not, shall be likened unto a foolish man, which
built his house upon the sand: And the rain descended, and the floods came,
and the winds blew, and beat upon that house; and it fell: and great was
the fall of it. And it came to pass, when Jesus had ended these sayings,
the people were astonished at his doctrine: For he taught them as one having
authority, and not as the scribes. |