Matthew 7:12-20. πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν
ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς: οὗτος γάρ ἐστιν ὁ νόμος
καὶ οἱ προφῆται. εἰσέλθατε διὰ τῆς στενῆς πύλης: ὅτι πλατεῖα ἡ πύλη καὶ
εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι
δι' αὐτῆς: τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν,
καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν,
οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι
ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς: μήτι συλλέγουσιν ἀπὸ
ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα; οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς
καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ: οὐ δύναται
δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς
ποιεῖν. πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. |
Matthew 7:12-20. Therefore all things whatsoever ye would that men should
do to you, do ye even so to them: for this is the law and the prophets.
Enter ye in at the strait gate: for wide is the gate, and broad is the
way, that leadeth to destruction, and many there be which go in thereat:
Because strait is the gate, and narrow is the way, which leadeth unto life,
and few there be that find it. Beware of false prophets, which come to
you in sheep's clothing, but inwardly they are ravening wolves. Ye shall
know them by their fruits. Do men gather grapes of thorns, or figs of thistles?
Even so every good tree bringeth forth good fruit; but a corrupt tree bringeth
forth evil fruit. A good tree cannot bring forth evil fruit, neither can
a corrupt tree bring forth good fruit. Every tree that bringeth not forth
good fruit is hewn down, and cast into the fire. Wherefore by their fruits
ye shall know them. |