Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


30.222 Exercises

There is also Commentary available for these sentences.

1. ἐκεῖνος ὁ προήτης ἀγαπᾷ
ἑστὼς ἐν τῷ ἱερῷ
λαλῆσαι
περὶ τῶν ἑπτὰ πνευμάτων τοῦ θεοῦ.

2. Δέκα δοῦλοι,
ἔφη ἡ γυνή,
ἀνέβησαν πρὸς τὴν πόλιν
φέροντες δύο λίθους μεγάλους
εἰς τὴν συναγωήν.

3. εὐθὺς ἐπιγνοῦσα
ὅτι τις ἀνοίγει τὴν θύραν,
ἡ θυγάτηρ ὑμῶν
ἠρώτησεν,
Τίς ἐστιν ἐκεῖ;

4. αἱ δέκα ἐντολαὶ
ἐδόθησαν ἡμῖν
ἵνα περιπατήσωμεν
ἐν εἰφήνῃ μετ' ἀλλήλων,
ἀλλὰ ὁ πᾶς νόμος
πληροῦται ἐν δυσὶ λόγοις,
θεὸν ἀγαπήσεις
καὶ ἄλλους ἀγαπήσεις.

5. τὰ ἔθνη
ἔλεγον πρὸς ἀλλήλους,
Γνῶθι σεαυτόν,
ἀλλὰ τὸ ἀγαπητὸν γένος ἡμῶν
βούλεται προσθεῖναι,
Γνῶθι τὸν κύριον.

6. πῶς σταθήσεται ἡ βασιλεία
εἰ τρεῖς βασιλεῖς θέλουσιν
τὴν δύναμιν κρατῆσαι;

7. ἀνάβηθι εἰς τὸ ὄρος
καὶ εἰπὲ
πρὸς τοὺς μαθητὰς τοὺς προσκυνοῦντας ἐκεῖ,
Κατάβατε νῦν εἰς τὴν πόλιν
καὶ ποιήσατε ἔργα δικαιωσύνης.

8. λαβόμενος παιδίον
ὁ διδάσκαλος ἔστησεν αὐτὸ πρὸ ὄχλου
καὶ εἶπεν,
Τοῦτο τὸ παιδίον ἐπέγνω
τὰ δώδεκα βιβλία τῶν προφητῶν.

9. ὅτε κατέβη ὁ λαὸς
πρὸς τὴν θάλασσαν,
ἀνέστη ἑπτὰ δαιμόνια
ἐκ τοῦ ὕδατος.

10. εὕρομεν πέντε ἄνδρας
ἑστῶτας ἐν τῇ κώμῃ
ζητοῦντας ἔργον.
ἐλθέτωσαν εἰς τὸν ἀγρόν.

11. ὁ ἱερεὺς φησίν,
Τὸ ῥῆμα τοῦ κυρίου
ἀναστήσει τοὺς νεκροὺς
ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ,
ἀλλὰ πολλοὶ φεύξονται
ἀπὸ τοῦ προσώπου τοῦ κυρίου.

12. ἡ ἀδελφή σου
ἐθεράπευσε τὸν τυφλὸν
ὥστε ἐπιγνῶναι αὐτὸν
πολλοὺς ἀνθρώπους
ἑστῶτας ἐν τῇ συναγωγῇ.

13. τινὲς τῶν ἑστηκότων ὧδε
ὄψονται
τοὺς τέσσαρας ἀγγέλους τοῦ οὐρανοῦ
καταβαίνοντας εἰς τὴν γῆν.

14. ἀναστὰς ὁ υἱὸς
ἠκολούθησεν τῇ μητρὶ αὐτοῦ
εἰς τὸν οἶκον.
ἡ δὲ οὐκ ἔγνω
ὅτι αὐτὸς ἐγγίζει.

 


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: November 27, 2005 3:53 PM


powered by FreeFind