Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


29.214 Exercises

There is also Commentary available for these sentences.

1. ὁ πονηρὸς βασιλεὺς εἶπεν
ὅτι θέλει προσενεγκεῖν δῶρα
τῷ παιδίῳ,
ἐν δὲ τῇ καρδίᾳ αὐτοῦ
ἤθελεν ἀπολέσαι αὐτό.

2. ἡ γυνὴ οὐκ ἐβούλετο
ἀφιέναι τὰ τέκνα αὐτῆς
ἐν τῷ ἀγρῷ,
ἀλλὰ ὅτε εἶπεν ὁ δοῦλος
ὅτι οἴσει αὐτὰ εἰς τὴν κώμην
τότε εἶπεν,
Ἀφήσω αὐτά.

3. οὐ δύνασθε
προσθεῖναι ἓν ἔτος
τῇ ζωῇ ὑμῶν·
ὀφείλετε οὖν
ζῆν τὰ ἔτη τὰ λοιπὰ
ἐν εἰρήνῃ καὶ ἐλπίδι.

4. ἡ μήτηρ οὐ δύναται
εὑρεῖν τὸν τόπον
ὅπου ἡ μικρὰ θυγάτηρ αὐτῆς
ἔθηκεν τὸ βιβλίον
καὶ ἡ μικρὰ θυγάτηρ οὐ θέλει
τὴν ὁδὸν δεικνύειν αὐτῇ.

5. ὁ δίκαιος γραμματεὺς
ἀπέθανεν
ἀλλ' οὐδεὶς τῶν λοιπῶν γραμματέων
ἐθεώρησε
ποῦ τὸ σῶμα αὐτοῦ ἐτέθη
ὑπὸ τῶν ἐξουσιῶν.

6. οὐδεὶς ἠθέλησε
τὰ λοιπὰ ἱμάτια·
ἐπεθήκαμεν οὖν αὐτὰ
ἐπὶ τοῦ λίθου
ἐν τῷ ἱερῷ
ἵνα δοθῶσιν ἀνθρώποις
ἐν φυλακῇ.

7. θεράπευσας τὸν τυφλὸν
εἶπεν αὐτῷ ὁ προφήτης,
Εἰπὲ μηδενί,
πορεύου δὲ
καὶ σεαυτὸν δεῖξον τῷ ἱερεῖ.

8. νῦν ἀφίενταί σου αἱ ἁμαρτίαι,
ἀλλ' ἐὰν λαλήσῃς
κατὰ τῶν ἁγίων γραφῶν
οὐκ ἀφεθήσεταί σοι.

9. ἐκήρυξεν ὁ ἀπόστολος
ἐν δυνάμει καὶ πνεύματι
ὥστε πολλαὶ ψυχαὶ ἐβαπτίσθησαν
καὶ προσετέθησαν τῇ ἐκκλησίᾳ
ἐν μιᾷ ἡμέρᾳ.

10. ὁ ἄγγελος τοῦ κυρίου
ἔδειξεν τοῖς μαθηταῖς
ἐν τῷ πλοίῳ
ὅτι οὐδεὶς ἐξ αὐτῶν
ἀπολεῖται ἐν τῇ θαλάσσῃ.

11. μηδεὶς θέτω
τὸ βιβλίον τοῦ νόμου
εἰς τὸ πῦρ
μηδὲ εἰς τὸ ὕδωρ,
ὁ γὰρ ἀπόλεσας
τὰ ῥήματα τοῦ θεοῦ
οὐκ ἐλεηθήσεται
ἐν τῇ κρίσει.

12. καταβαίνων
ἀπὸ τῆς μεγάλης πόλεως
ὁ διδάσκαλος ἠρώτησεν,
Τινές εἰσιν
ἐν τούτῳ τῷ τόπῳ
οἳ οὐκ ἔχουσιν τὸ πνεῦμα;
ἐπιθήσω τὰς χεῖρας
ἐπ' αὐτῶν.

13. ἐθήκαμεν
ἕνα λίθον μέγαν
παρὰ τὴν συναγωγὴν
καὶ ἐκεῖ συνερχόμεθα
καὶ ἐσθίομεν.

14. Τὸ λοιπόν,
ἀδελφοί μου καὶ ἀδελφαί,
χαίρετε ἐν τῷ κυρίῳ
καὶ τίθετε ἐν ταῖς καρδίαις ὑμῶν
ἀκολουθεῖν αὐτῷ.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: November 27, 2005 3:35 PM


powered by FreeFind