Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


28.206 Exercises

There is also Commentary available for these sentences.

1. ἐν τῇ ἑσχάτῃ ἡμέρᾳ
ἀποδώσει ὁ κύριος
πᾶσιν ἀνθρώποις
μεγάλοις καὶ μικροῖς
κατὰ τὰ ἔργα αὐτῶν.

2. ἦν δὲ ὁ υἵος ὁ πρεσβύτερος
ἐν τῷ ἀγρῷ·
καὶ ὡς ἤγγισεν τῷ οἴκῳ
ἤκουσε
τῆς φωνῆς χαρᾶς μεγάλης.

3. ἐν ἐκείνῳ τῷ ἔτει
ἀδελφὸς παρέδωκεν ἀδελφὴν
εἰς θάνατον
καὶ θυγάτηρ παρέδωκεν πατέρα
εἰς φυλακήν.

4. οὐ πᾶς ὁ διδοὺς
μεγάλα δῶρα
τῷ ἱερῷ
εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,
ἀλλ' ὁ διδοὺς
καὶ ἰδίαν καρδίαν καὶ ὑπάρχοντα
τῷ θεῷ.

5. οἱ δοῦλοι τοῦ ἀγροῦ
εἶπον,
Τοῦτο τὸ ἔτος
ἐργαζώμεθα τὴν γῆν
καὶ ὀψόμεθα
ἐν τῷ ἐρχομένῳ ἔτει
εἰ δίδωσι καρπόν.

6. μετὰ δὲ πολὺν χρόνον
αἱ πισταὶ ἀδελφαὶ συνήγαγον
τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας
προσεύχεσθαι.

7. ὁ βασιλεὺς ἐκέλευσε
τὸ σῶμα
τοῦ προφήτου τοῦ σταυρωθέντος
ἀποδοθῆναι εὐθὺς
τοῖς μαθηταῖς αὐτοῦ.

8. τὸ πνεῦμα ἔδωκεν ἡμῖν
ἐξουσίαν
τέκνα θεοῦ γενέσθαι
καὶ ἡμεῖς δίδομεν
τὴν αὐτὴν ἐξουσίαν
ἄλλοις.

9. ὁ θεὸς δέδωκεν ἁμαρτωλοῖς
χρόνον ἵνα μετανοήσωσιν,
ἀλλά τινες
οὐ θέλουσι μετανοῆσαι
ἐκ τῆς ἁμαρτίας αὐτῶν.

10. ἐγένετο δὲ
πολλὴ χαρὰ
ἐν ἐκείνῃ τῇ πόλει,
οἱ γὰρ λύσαντες
τὸν οἶκον τοῦ ἀρχιερέως
παρεδόθησαν
τοῖς πρεσβυτέροις τοῦ λαοῦ.

11. ἐκείνη ἡ γυνὴ
οὕτως ἡγάπησεν τὸ ἔθνος αὐτῆς
ὥστε ἔδωκε τὴν ψυχὴν αὐτῆς
ἵνα μὴ παραδῷ τοὺς ἱερεῖς
τῷ κακῷ βασιλεῖ.

12. μὴ δῶτε μέγα βιβλίον
τοῖς μὴ βουλομένοις
ποιῆσαι πολὺ ἔργον,
ἀποδώσουσιν γὰρ εὐθὺς τὸ βιβλίον
βάλλοντες αὐτὸ
ἐπὶ τὴν γῆν.

13. θέλω ἐλθεῖν πρὸς ὑμᾶς
καὶ χρόνον τινὰ μεῖναι
ἐν τῇ κώμῃ ὑμῶν·
ὁ γὰρ κύριος
ἀνέῳγε τῷ εὐαγγελίῳ
μεγάλην θύραν.

14. πάντων οἱ ὄφθαλμοὶ
ἐν τῇ συναγωγῇ
ἐθεώρουν αὐτὸν
καὶ πάντων τὰ ὧτα
ἤκουον,
καὶ πάντες οἱ πιστεύοντες
ἔκραξαν λέγοντες,
Πᾶν τὸ ῥῆμα
ἐκ τοῦ στόματος αὐτοῦ
ἀληθές ἐστιν
καὶ ἐδόθη αὐτῷ
ὑπὸ θεοῦ.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: November 27, 2005 3:29 PM


powered by FreeFind