Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


25.180 Exercises

There is also Commentary available for these sentences.

1. εἰ τὰ κηρυχθέντα ὑπὸ τῶν μαθητῶν
ἀληθῆ ἐστιν,
ἡ κρίσις τοῦ θεοῦ
μέλλει πεσεῖν
ἐπὶ τὴν πόλιν ἡμῶν.

2. οὖσαι πληρεῖς πίστεως καὶ δυνάμεως
αἱ ἀδελφαὶ ὑμῶν
οὐκ ἐφοβοῦντο τὸν βασιλέα.

3. ἀναβαινόντων εἰς τὸ ὄρος
τῶν ἱερέων,
ἄνθρωποι πονηροὶ
εἰσῆλθον εἰς τὸ ἱερὸν
λαβεῖν τὸ βιβλίον τοῦ νόμου.

4. ἐκεῖνοι οἱ ἄνδρες
ἦσαν ἐκ γένους ἀρχιερέων·
προσέφερον οὖν δῶρα
ὑπὲρ ἁμαρτιῶν τοῦ ἔθνους.

5. τὸ ἔργον τοῦ γραμματέως
ἐστὶν
γράψαι τὰ ῥήματα τοῦ θεοῦ
εἰς βιβλίον
καὶ διδάσκειν αὐτὰ τῷ λαῷ.

6. ἀσθενὴς ἤμην
καὶ ἐν φυλακῇ
ἀλλ' οὐκ ἤλθετε ἰδεῖν με
οὐδὲ προσηύξασθε ὑπὲρ ἐμοῦ.

7. ὁ μένων εἰς τὸ τέλος
σωθήσεται
καὶ γνώσεται τὴν ἀγάπην τοῦ κυρίου..

8. ὁ πέμψας με
ἀληθής ἐστιν·
ἐλεύσομαι οὖν
καὶ ἀπαγγελῶ τὴν ἀλήθειαν αὐτοῦ
εἰς τὰ ἔθνη.

9. ἔχωμεν πίστιν εἰς θεὸν
ἵνα
ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑποστρέψῃ
εὑρεθῶμεν πιστοὶ
ἐν ἡμέρᾳ κρίσεως.

10. θεωροῦντες
σημεῖα τε καὶ δυνάμεις
γινομένας διὰ τῶν χειρῶν τοῦ προφήτου,
οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς
ἐθαύμασαν
καὶ ἐδόξασαν τὸν βασιλέα τοῦ οὐρανοῦ.

11. ὢν ἀσθενὴς
ἐν σώματι καὶ πνεύματι
ἔτι θέλει ὁ τυφλὸς
ἐξελθεῖν ἀπὸ τῆς πόλεως
θεραπευθῆναι
ὑπὸ τοῦ διδασκάλου
ἐπὶ τὸ ὄρος.

12. γένος οὖν ὑπράρχοντες τοῦ θεοῦ
οὐκ ὀφείλομεν δοκεῖν
τὸν θεὸν εἶναι λίθον.

13. τὸ μὲν τέλος
ἐκείνου τοῦ δικαίου δούλου
ἔσται ἀληθὴς δόξα,
τὸ δὲ τέλος
τούτου τοῦ κακοῦ ἱερέως
ἔσται κρίσις πυρός.

14. εἶπεν ὁ βασιλεὺς
ὅτι ἡ πᾶσα πόλις
ἐστὶν πλήρης αἵματος
καὶ ὁ ἄγγελος τῆς κρίσεως
ἐπ' αὐτὴν ἐλεύσεται.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: April 9, 2005 8:06 PM


powered by FreeFind