Luke 23:26-37. καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι
σίμωνά τινα κυρηναῖον ἐρχόμενον ἀπ' ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν
ὄπισθεν τοῦ ἰησοῦ. ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν
αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] ἰησοῦς εἶπεν,
θυγατέρες ἰερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ: πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ
ἐπὶ τὰ τέκνα ὑμῶν, ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι
αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.
τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ' ἡμᾶς, καὶ τοῖς βουνοῖς,
καλύψατε ἡμᾶς: ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. καὶ ὅτε ἦλθον
ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς
κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. ὁ δὲ ἰησοῦς ἔλεγεν,
πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ
ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον
δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν
ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι,
ὄξος προσφέροντες αὐτῷ καὶ λέγοντες, εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων,
σῶσον σεαυτόν. |
Luke 23:26-37. And as they led him away, they laid hold upon one Simon,
a Cyrenian, coming out of the country, and on him they laid the cross,
that he might bear it after Jesus. And there followed him a great company
of people, and of women, which also bewailed and lamented him. But Jesus
turning unto them said, Daughters of Jerusalem, weep not for me, but weep
for yourselves, and for your children. For, behold, the days are coming,
in the which they shall say, Blessed are the barren, and the wombs that
never bare, and the paps which never gave suck. Then shall they begin to
say to the mountains, Fall on us; and to the hills, Cover us. For if they
do these things in a green tree, what shall be done in the dry? And there
were also two other, malefactors, led with him to be put to death. And
when they were come to the place, which is called Calvary, there they crucified
him, and the malefactors, one on the right hand, and the other on the left.
Then said Jesus, Father, forgive them; for they know not what they do.
And they parted his raiment, and cast lots. And the people stood beholding.
And the rulers also with them derided him, saying, He saved others; let
him save himself, if he be Christ, the chosen of God. And the soldiers
also mocked him, coming to him, and offering him vinegar, And saying, If
thou be the king of the Jews, save thyself. |