Luke 22:24-34. ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς,
τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν
κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. ὑμεῖς
δὲ οὐχ οὕτως, ἀλλ' ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος
ὡς ὁ διακονῶν. τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος;
ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες
μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου: κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό
μοι ὁ πατήρ μου βασιλείαν ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου
ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες
τοῦ ἰσραήλ. σίμων σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς
τὸν σῖτον: ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου: καὶ σύ
ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. ὁ δὲ εἶπεν αὐτῷ, κύριε, μετὰ
σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ὁ δὲ εἶπεν,
λέγω σοι, πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι. |
Luke 22:24-34. And there was also a strife among them, which of them
should be accounted the greatest. And he said unto them, The kings of the
Gentiles exercise lordship over them; and they that exercise authority
upon them are called benefactors. But ye shall not be so: but he that is
greatest among you, let him be as the younger; and he that is chief, as
he that doth serve. For whether is greater, he that sitteth at meat, or
he that serveth? is not he that sitteth at meat? but I am among you as
he that serveth. Ye are they which have continued with me in my temptations.
And I appoint unto you a kingdom, as my Father hath appointed unto me;
That ye may eat and drink at my table in my kingdom, and sit on thrones
judging the twelve tribes of Israel. And the Lord said, Simon, Simon, behold,
Satan hath desired to have you, that he may sift you as wheat: But I have
prayed for thee, that thy faith fail not: and when thou art converted,
strengthen thy brethren. And he said unto him, Lord, I am ready to go with
thee, both into prison, and to death. And he said, I tell thee, Peter,
the cock shall not crow this day, before that thou shalt thrice deny that
thou knowest me. |