Luke 22:14-23. καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ
οἱ ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπεν πρὸς αὐτούς, ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο
τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν: λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ
φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. καὶ δεξάμενος ποτήριον
εὐχαριστήσας εἶπεν, λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς: λέγω γὰρ
ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ
ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν
αὐτοῖς λέγων, τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον: τοῦτο ποιεῖτε
εἰς τὴν ἐμὴν ἀνάμνησιν. καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων,
τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.
πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης: ὅτι
ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ
ἐκείνῳ δι' οὗ παραδίδοται. καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ
τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. |
Luke 22:14-23. And when the hour was come, he sat down, and the twelve
apostles with him. And he said unto them, With desire I have desired to
eat this passover with you before I suffer: For I say unto you, I will
not any more eat thereof, until it be fulfilled in the kingdom of God.
And he took the cup, and gave thanks, and said, Take this, and divide it
among yourselves: For I say unto you, I will not drink of the fruit of
the vine, until the kingdom of God shall come. And he took bread, and gave
thanks, and brake it, and gave unto them, saying, This is my body which
is given for you: this do in remembrance of me. Likewise also the cup after
supper, saying, This cup is the new testament in my blood, which is shed
for you. But, behold, the hand of him that betrayeth me is with me on the
table. And truly the Son of man goeth, as it was determined: but woe unto
that man by whom he is betrayed! And they began to enquire among themselves,
which of them it was that should do this thing. |