Luke 20:9-18. ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν
παραβολὴν ταύτην: ἄνθρωπός [τισ] ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν
γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς
γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ: οἱ δὲ
γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. καὶ προσέθετο ἕτερον πέμψαι
δοῦλον: οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
καὶ προσέθετο τρίτον πέμψαι: οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν:
ἴσως τοῦτον ἐντραπήσονται. ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς
ἀλλήλους λέγοντες, οὗτός ἐστιν ὁ κληρονόμος: ἀποκτείνωμεν αὐτόν, ἵνα
ἡμῶν γένηται ἡ κληρονομία. καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν.
τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει
τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν,
μὴ γένοιτο. ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο:
λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
πᾶς ὁ πεσὼν ἐπ' ἐκεῖνον τὸν λίθον συνθλασθήσεται: ἐφ' ὃν δ' ἂν πέσῃ,
λικμήσει αὐτόν. |
Luke 20:9-18. Then began he to speak to the people this parable; A certain
man planted a vineyard, and let it forth to husbandmen, and went into a
far country for a long time. And at the season he sent a servant to the
husbandmen, that they should give him of the fruit of the vineyard: but
the husbandmen beat him, and sent him away empty. And again he sent another
servant: and they beat him also, and entreated him shamefully, and sent
him away empty. And again he sent a third: and they wounded him also, and
cast him out. Then said the lord of the vineyard, What shall I do? I will
send my beloved son: it may be they will reverence him when they see him.
But when the husbandmen saw him, they reasoned among themselves, saying,
This is the heir: come, let us kill him, that the inheritance may be ours.
So they cast him out of the vineyard, and killed him. What therefore shall
the lord of the vineyard do unto them? He shall come and destroy these
husbandmen, and shall give the vineyard to others. And when they heard
it, they said, God forbid. And he beheld them, and said, What is this then
that is written, The stone which the builders rejected, the same is become
the head of the corner? Whosoever shall fall upon that stone shall be broken;
but on whomsoever it shall fall, it will grind him to powder. |