Luke 20:1-8. καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος
αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς
καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, καὶ εἶπαν λέγοντες πρὸς αὐτόν,
εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν
ταύτην. ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ
εἴπατέ μοι: τὸ βάπτισμα ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο
πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διὰ τί οὐκ ἐπιστεύσατε
αὐτῷ; ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος
γάρ ἐστιν ἰωάννην προφήτην εἶναι. καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ
ὁ ἰησοῦς εἶπεν αὐτοῖς, οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. |
Luke 20:1-8. And it came to pass, that on one of those days, as he taught
the people in the temple, and preached the gospel, the chief priests and
the scribes came upon him with the elders, And spake unto him, saying,
Tell us, by what authority doest thou these things? or who is he that gave
thee this authority? And he answered and said unto them, I will also ask
you one thing; and answer me: The baptism of John, was it from heaven,
or of men? And they reasoned with themselves, saying, If we shall say,
From heaven; he will say, Why then believed ye him not? But and if we say,
Of men; all the people will stone us: for they be persuaded that John was
a prophet. And they answered, that they could not tell whence it was. And
Jesus said unto them, Neither tell I you by what authority I do these things. |