Luke 18:18-30. καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων,
διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπεν δὲ αὐτῷ ὁ
ἰησοῦς, τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. τὰς ἐντολὰς
οἶδας: μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα
τὸν πατέρα σου καὶ τὴν μητέρα. ὁ δὲ εἶπεν, ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος.
ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν αὐτῷ, ἔτι ἕν σοι λείπει: πάντα ὅσα ἔχεις πώλησον
καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [τοῖσ] οὐρανοῖς, καὶ δεῦρο
ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος
σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ ἰησοῦς [περίλυπον γενόμενον] εἶπεν, πῶς δυσκόλως
οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται: εὐκοπώτερον
γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν
τοῦ θεοῦ εἰσελθεῖν. εἶπαν δὲ οἱ ἀκούσαντες, καὶ τίς δύναται σωθῆναι;
ὁ δὲ εἶπεν, τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν. εἶπεν
δὲ ὁ πέτρος, ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι. ὁ δὲ εἶπεν
αὐτοῖς, ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ
ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, ὃς οὐχὶ μὴ [ἀπο]λάβῃ
πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. |
Luke 18:18-30. And a certain ruler asked him, saying, Good Master, what
shall I do to inherit eternal life? And Jesus said unto him, Why callest
thou me good? none is good, save one, that is, God. Thou knowest the commandments,
Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness,
Honour thy father and thy mother. And he said, All these have I kept from
my youth up. Now when Jesus heard these things, he said unto him, Yet lackest
thou one thing: sell all that thou hast, and distribute unto the poor,
and thou shalt have treasure in heaven: and come, follow me. And when he
heard this, he was very sorrowful: for he was very rich. And when Jesus
saw that he was very sorrowful, he said, How hardly shall they that have
riches enter into the kingdom of God! For it is easier for a camel to go
through a needle's eye, than for a rich man to enter into the kingdom of
God. And they that heard it said, Who then can be saved? And he said, The
things which are impossible with men are possible with God. Then Peter
said, Lo, we have left all, and followed thee. And he said unto them, Verily
I say unto you, There is no man that hath left house, or parents, or brethren,
or wife, or children, for the kingdom of God's sake, Who shall not receive
manifold more in this present time, and in the world to come life everlasting. |