Luke 18:9-17. εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας
ἐφ' ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν
ταύτην: ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς φαρισαῖος
καὶ ὁ ἕτερος τελώνης. ὁ φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο,
ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες,
ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης: νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ
πάντα ὅσα κτῶμαι. ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς
ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ' ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, ὁ θεός, ἱλάσθητί
μοι τῷ ἁμαρτωλῷ. λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον
αὐτοῦ παρ' ἐκεῖνον: ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν
ἑαυτὸν ὑψωθήσεται. προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται:
ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. ὁ δὲ ἰησοῦς προσεκαλέσατο αὐτὰ
λέγων, ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ
τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται
τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. |
Luke 18:9-17. And he spake this parable unto certain which trusted in
themselves that they were righteous, and despised others: Two men went
up into the temple to pray; the one a Pharisee, and the other a publican.
The Pharisee stood and prayed thus with himself, God, I thank thee, that
I am not as other men are, extortioners, unjust, adulterers, or even as
this publican. I fast twice in the week, I give tithes of all that I possess.
And the publican, standing afar off, would not lift up so much as his eyes
unto heaven, but smote upon his breast, saying, God be merciful to me a
sinner. I tell you, this man went down to his house justified rather than
the other: for every one that exalteth himself shall be abased; and he
that humbleth himself shall be exalted. And they brought unto him also
infants, that he would touch them: but when his disciples saw it, they
rebuked them. But Jesus called them unto him, and said, Suffer little children
to come unto me, and forbid them not: for of such is the kingdom of God.
Verily I say unto you, Whosoever shall not receive the kingdom of God as
a little child shall in no wise enter therein. |