Luke 10:21-28. ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [ἐν] τῷ
πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν, ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ
καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας
αὐτὰ νηπίοις: ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν
ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται
ὁ υἱὸς ἀποκαλύψαι. καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ' ἰδίαν εἶπεν, μακάριοι
οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται
καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι
ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν
λέγων, διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπεν πρὸς
αὐτόν, ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν,
ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [τῆσ] καρδίας σου καὶ ἐν ὅλῃ τῇ
ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον
σου ὡς σεαυτόν. εἶπεν δὲ αὐτῷ, ὀρθῶς ἀπεκρίθης: τοῦτο ποίει καὶ ζήσῃ. |
Luke 10:21-28. In that hour Jesus rejoiced in spirit, and said, I thank
thee, O Father, Lord of heaven and earth, that thou hast hid these things
from the wise and prudent, and hast revealed them unto babes: even so,
Father; for so it seemed good in thy sight. All things are delivered to
me of my Father: and no man knoweth who the Son is, but the Father; and
who the Father is, but the Son, and he to whom the Son will reveal him.
And he turned him unto his disciples, and said privately, Blessed are the
eyes which see the things that ye see: For I tell you, that many prophets
and kings have desired to see those things which ye see, and have not seen
them; and to hear those things which ye hear, and have not heard them.
And, behold, a certain lawyer stood up, and tempted him, saying, Master,
what shall I do to inherit eternal life? He said unto him, What is written
in the law? how readest thou? And he answering said, Thou shalt love the
Lord thy God with all thy heart, and with all thy soul, and with all thy
strength, and with all thy mind; and thy neighbour as thyself. And he said
unto him, Thou hast answered right: this do, and thou shalt live. |