Luke 9:43-50. ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι
τοῦ θεοῦ. πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς
μαθητὰς αὐτοῦ, θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ
υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. οἱ δὲ ἠγνόουν
τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό,
καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. εἰσῆλθεν δὲ διαλογισμὸς
ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. ὁ δὲ ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν
τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ' ἑαυτῷ, καὶ εἶπεν
αὐτοῖς, ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται,
καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με: ὁ γὰρ μικρότερος ἐν
πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας. ἀποκριθεὶς δὲ ἰωάννης εἶπεν, ἐπιστάτα,
εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν
ὅτι οὐκ ἀκολουθεῖ μεθ' ἡμῶν. εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἰησοῦς, μὴ κωλύετε,
ὃς γὰρ οὐκ ἔστιν καθ' ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν. |
Luke 9:43-50. And they were all amazed at the mighty power of God. But
while they wondered every one at all things which Jesus did, he said unto
his disciples, Let these sayings sink down into your ears: for the Son
of man shall be delivered into the hands of men. But they understood not
this saying, and it was hid from them, that they perceived it not: and
they feared to ask him of that saying. Then there arose a reasoning among
them, which of them should be greatest. And Jesus, perceiving the thought
of their heart, took a child, and set him by him, And said unto them, Whosoever
shall receive this child in my name receiveth me: and whosoever shall receive
me receiveth him that sent me: for he that is least among you all, the
same shall be great. And John answered and said, Master, we saw one casting
out devils in thy name; and we forbad him, because he followeth not with
us. And Jesus said unto him, Forbid him not: for he that is not against
us is for us. |