Luke 3:10-18. καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες,
τί οὖν ποιήσωμεν; ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, ὁ ἔχων δύο χιτῶνας μεταδότω
τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. ἦλθον δὲ καὶ τελῶναι
βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν, διδάσκαλε, τί ποιήσωμεν; ὁ δὲ εἶπεν
πρὸς αὐτούς, μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. ἐπηρώτων
δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν
αὐτοῖς, μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις
ὑμῶν. προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις
αὐτῶν περὶ τοῦ ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, ἀπεκρίνατο λέγων
πᾶσιν ὁ ἰωάννης, ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς: ἔρχεται δὲ ὁ ἰσχυρότερός
μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ: αὐτὸς
ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί: οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ
διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην
αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. πολλὰ μὲν οὖν καὶ ἕτερα
παρακαλῶν εὐηγγελίζετο τὸν λαόν: |
Luke 3:10-18. And the people asked him, saying, What shall we do then?
He answereth and saith unto them, He that hath two coats, let him impart
to him that hath none; and he that hath meat, let him do likewise. Then
came also publicans to be baptized, and said unto him, Master, what shall
we do? And he said unto them, Exact no more than that which is appointed
you. And the soldiers likewise demanded of him, saying, And what shall
we do? And he said unto them, Do violence to no man, neither accuse any
falsely; and be content with your wages. And as the people were in expectation,
and all men mused in their hearts of John, whether he were the Christ,
or not; John answered, saying unto them all, I indeed baptize you with
water; but one mightier than I cometh, the latchet of whose shoes I am
not worthy to unloose: he shall baptize you with the Holy Ghost and with
fire: Whose fan is in his hand, and he will throughly purge his floor,
and will gather the wheat into his garner; but the chaff he will burn with
fire unquenchable. And many other things in his exhortation preached he
unto the people. |