Luke 3:1-9. ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας
τιβερίου καίσαρος, ἡγεμονεύοντος ποντίου πιλάτου τῆς ἰουδαίας, καὶ τετρααρχοῦντος
τῆς γαλιλαίας ἡρῴδου, φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς
ἰτουραίας καὶ τραχωνίτιδος χώρας, καὶ λυσανίου τῆς ἀβιληνῆς τετρααρχοῦντος,
ἐπὶ ἀρχιερέως ἅννα καὶ καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ ἰωάννην τὸν ζαχαρίου
υἱὸν ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς πᾶσαν [τὴν] περίχωρον τοῦ ἰορδάνου κηρύσσων
βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων ἠσαΐου
τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας
ποιεῖτε τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ
βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι
εἰς ὁδοὺς λείας: καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. ἔλεγεν οὖν
τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ, γεννήματα ἐχιδνῶν,
τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς
ἀξίους τῆς μετανοίας: καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν
τὸν ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι
τέκνα τῷ ἀβραάμ. ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται:
πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
Luke 3:1-9. Now in the fifteenth year of the reign of Tiberius Caesar,
Pontius Pilate being governor of Judaea, and Herod being tetrarch of Galilee,
and his brother Philip tetrarch of Ituraea and of the region of Trachonitis,
and Lysanias the tetrarch of Abilene, Annas and Caiaphas being the high
priests, the word of God came unto John the son of Zacharias in the wilderness.
And he came into all the country about Jordan, preaching the baptism of
repentance for the remission of sins; As it is written in the book of the
words of Esaias the prophet, saying, The voice of one crying in the wilderness,
Prepare ye the way of the Lord, make his paths straight. Every valley shall
be filled, and every mountain and hill shall be brought low; and the crooked
shall be made straight, and the rough ways shall be made smooth; And all
flesh shall see the salvation of God. Then said he to the multitude that
came forth to be baptized of him, O generation of vipers, who hath warned
you to flee from the wrath to come? Bring forth therefore fruits worthy
of repentance, and begin not to say within yourselves, We have Abraham
to our father: for I say unto you, That God is able of these stones to
raise up children unto Abraham. And now also the axe is laid unto the root
of the trees: every tree therefore which bringeth not forth good fruit
is hewn down, and cast into the fire. |