Mark 12:35-44. καὶ ἀποκριθεὶς ὁ ἰησοῦς ἔλεγεν διδάσκων
ἐν τῷ ἱερῷ, πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς δαυίδ ἐστιν;
αὐτὸς δαυὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ, εἶπεν κύριος τῷ κυρίῳ μου,
κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.
αὐτὸς δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν αὐτοῦ ἐστιν υἱός; καὶ [ὁ] πολὺς
ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν, βλέπετε ἀπὸ
τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς
ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς
δείπνοις: οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι,
οὗτοι λήμψονται περισσότερον κρίμα. καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου
ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον: καὶ πολλοὶ πλούσιοι
ἔβαλλον πολλά: καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς, ἀμὴν λέγω ὑμῖν ὅτι
ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον:
πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως
αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς. |
Mark 12:35-44. And Jesus answered and said, while he taught in the temple,
How say the scribes that Christ is the son of David? For David himself
said by the Holy Ghost, The LORD said to my Lord, Sit thou on my right
hand, till I make thine enemies thy footstool. David therefore himself
calleth him Lord; and whence is he then his son? And the common people
heard him gladly. And he said unto them in his doctrine, Beware of the
scribes, which love to go in long clothing, and love salutations in the
marketplaces, And the chief seats in the synagogues, and the uppermost
rooms at feasts: Which devour widows' houses, and for a pretence make long
prayers: these shall receive greater damnation. And Jesus sat over against
the treasury, and beheld how the people cast money into the treasury: and
many that were rich cast in much. And there came a certain poor widow,
and she threw in two mites, which make a farthing. And he called unto him
his disciples, and saith unto them, Verily I say unto you, That this poor
widow hath cast more in, than all they which have cast into the treasury:
For all they did cast in of their abundance; but she of her want did cast
in all that she had, even all her living. |