Mark 12:28-34. καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας
αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν,
ποία ἐστὶν ἐντολὴ πρώτη πάντων; ἀπεκρίθη ὁ ἰησοῦς ὅτι πρώτη ἐστίν, ἄκουε,
ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, καὶ ἀγαπήσεις κύριον τὸν
θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης
τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. δευτέρα αὕτη, ἀγαπήσεις
τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. καὶ
εἶπεν αὐτῷ ὁ γραμματεύς, καλῶς, διδάσκαλε, ἐπ' ἀληθείας εἶπες ὅτι εἷς
ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ: καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς
καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν
τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ
θυσιῶν. καὶ ὁ ἰησοῦς ἰδὼν [αὐτὸν] ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ, οὐ
μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν
ἐπερωτῆσαι. |
Mark 12:28-34. And one of the scribes came, and having heard them reasoning
together, and perceiving that he had answered them well, asked him, Which
is the first commandment of all? And Jesus answered him, The first of all
the commandments is, Hear, O Israel; The Lord our God is one Lord: And
thou shalt love the Lord thy God with all thy heart, and with all thy soul,
and with all thy mind, and with all thy strength: this is the first commandment.
And the second is like, namely this, Thou shalt love thy neighbour as thyself.
There is none other commandment greater than these. And the scribe said
unto him, Well, Master, thou hast said the truth: for there is one God;
and there is none other but he: And to love him with all the heart, and
with all the understanding, and with all the soul, and with all the strength,
and to love his neighbour as himself, is more than all whole burnt offerings
and sacrifices. And when Jesus saw that he answered discreetly, he said
unto him, Thou art not far from the kingdom of God. And no man after that
durst ask him any question. |