Mark 9:30-40. κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ
τῆς γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ: ἐδίδασκεν γὰρ τοὺς μαθητὰς
αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας
ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. καὶ ἦλθον εἰς
καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, τί ἐν τῇ ὁδῷ διελογίζεσθε;
οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ
καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, εἴ τις θέλει πρῶτος εἶναι
ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ
ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς, ὃς ἂν ἓν τῶν τοιούτων
παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται: καὶ ὃς ἂν ἐμὲ δέχηται,
οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. ἔφη αὐτῷ ὁ ἰωάννης, διδάσκαλε,
εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν,
ὅτι οὐκ ἠκολούθει ἡμῖν. ὁ δὲ ἰησοῦς εἶπεν, μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ
ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί
με: ὃς γὰρ οὐκ ἔστιν καθ' ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. |
Mark 9:30-40. And they departed thence, and passed through Galilee; and
he would not that any man should know it. For he taught his disciples,
and said unto them, The Son of man is delivered into the hands of men,
and they shall kill him; and after that he is killed, he shall rise the
third day. But they understood not that saying, and were afraid to ask
him. And he came to Capernaum: and being in the house he asked them, What
was it that ye disputed among yourselves by the way? But they held their
peace: for by the way they had disputed among themselves, who should be
the greatest. And he sat down, and called the twelve, and saith unto them,
If any man desire to be first, the same shall be last of all, and servant
of all. And he took a child, and set him in the midst of them: and when
he had taken him in his arms, he said unto them, Whosoever shall receive
one of such children in my name, receiveth me: and whosoever shall receive
me, receiveth not me, but him that sent me. And John answered him, saying,
Master, we saw one casting out devils in thy name, and he followeth not
us: and we forbad him, because he followeth not us. But Jesus said, Forbid
him not: for there is no man which shall do a miracle in my name, that
can lightly speak evil of me. For he that is not against us is on our part. |