Mark 9:1-8. καὶ ἔλεγεν αὐτοῖς, ἀμὴν λέγω ὑμῖν ὅτι
εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν
ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. καὶ μετὰ ἡμέρας
ἓξ παραλαμβάνει ὁ ἰησοῦς τὸν πέτρον καὶ τὸν ἰάκωβον καὶ τὸν ἰωάννην,
καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν μόνους. καὶ μετεμορφώθη
ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα
γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι. καὶ ὤφθη αὐτοῖς ἠλίας
σὺν μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ πέτρος λέγει
τῷ ἰησοῦ, ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς,
σοὶ μίαν καὶ μωϋσεῖ μίαν καὶ ἠλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί ἀποκριθῇ, ἔκφοβοι
γὰρ ἐγένοντο. καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ
ἐκ τῆς νεφέλης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. καὶ
ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν ἰησοῦν μόνον μεθ'
ἑαυτῶν. |
Mark 9:1-8. And he said unto them, Verily I say unto you, That there
be some of them that stand here, which shall not taste of death, till they
have seen the kingdom of God come with power. And after six days Jesus
taketh with him Peter, and James, and John, and leadeth them up into an
high mountain apart by themselves: and he was transfigured before them.
And his raiment became shining, exceeding white as snow; so as no fuller
on earth can white them. And there appeared unto them Elias with Moses:
and they were talking with Jesus. And Peter answered and said to Jesus,
Master, it is good for us to be here: and let us make three tabernacles;
one for thee, and one for Moses, and one for Elias. For he wist not what
to say; for they were sore afraid. And there was a cloud that overshadowed
them: and a voice came out of the cloud, saying, This is my beloved Son:
hear him. And suddenly, when they had looked round about, they saw no man
any more, save Jesus only with themselves. |