Matthew 26:40-50. καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ
εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ πέτρῳ, οὕτως οὐκ ἰσχύσατε μίαν
ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε
εἰς πειρασμόν: τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. πάλιν ἐκ δευτέρου
ἀπελθὼν προσηύξατο λέγων, πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν
μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας,
ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν
προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν. τότε ἔρχεται πρὸς τοὺς
μαθητὰς καὶ λέγει αὐτοῖς, καθεύδετε [τὸ] λοιπὸν καὶ ἀναπαύεσθε; ἰδοὺ
ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
ἐγείρεσθε, ἄγωμεν: ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. καὶ ἔτι αὐτοῦ λαλοῦντος
ἰδοὺ ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ' αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν
καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. ὁ δὲ παραδιδοὺς
αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ὃν ἂν φιλήσω αὐτός ἐστιν: κρατήσατε
αὐτόν. καὶ εὐθέως προσελθὼν τῷ ἰησοῦ εἶπεν, χαῖρε, ῥαββί: καὶ κατεφίλησεν
αὐτόν. ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ' ὃ πάρει. τότε προσελθόντες
ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. |
Matthew 26:40-50. And he cometh unto the disciples, and findeth them
asleep, and saith unto Peter, What, could ye not watch with me one hour?
Watch and pray, that ye enter not into temptation: the spirit indeed is
willing, but the flesh is weak. He went away again the second time, and
prayed, saying, O my Father, if this cup may not pass away from me, except
I drink it, thy will be done. And he came and found them asleep again:
for their eyes were heavy. And he left them, and went away again, and prayed
the third time, saying the same words. Then cometh he to his disciples,
and saith unto them, Sleep on now, and take your rest: behold, the hour
is at hand, and the Son of man is betrayed into the hands of sinners. Rise,
let us be going: behold, he is at hand that doth betray me. And while he
yet spake, lo, Judas, one of the twelve, came, and with him a great multitude
with swords and staves, from the chief priests and elders of the people.
Now he that betrayed him gave them a sign, saying, Whomsoever I shall kiss,
that same is he: hold him fast. And forthwith he came to Jesus, and said,
Hail, master; and kissed him. And Jesus said unto him, Friend, wherefore
art thou come? Then came they, and laid hands on Jesus and took him. |