Matthew 26:31-39. τότε λέγει αὐτοῖς ὁ ἰησοῦς, πάντες
ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω
τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης: μετὰ δὲ τὸ
ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν. ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν
αὐτῷ, εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
ἔφη αὐτῷ ὁ ἰησοῦς, ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα
φωνῆσαι τρὶς ἀπαρνήσῃ με. λέγει αὐτῷ ὁ πέτρος, κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν,
οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. τότε ἔρχεται
μετ' αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς,
καθίσατε αὐτοῦ ἕως [οὗ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι. καὶ παραλαβὼν τὸν πέτρον
καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. τότε λέγει
αὐτοῖς, περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου: μείνατε ὧδε καὶ γρηγορεῖτε
μετ' ἐμοῦ. καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος
καὶ λέγων, πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον
τοῦτο: πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ. |
Matthew 26:31-39. Then saith Jesus unto them, All ye shall be offended
because of me this night: for it is written, I will smite the shepherd,
and the sheep of the flock shall be scattered abroad. But after I am risen
again, I will go before you into Galilee. Peter answered and said unto
him, Though all men shall be offended because of thee, yet will I never
be offended. Jesus said unto him, Verily I say unto thee, That this night,
before the cock crow, thou shalt deny me thrice. Peter said unto him, Though
I should die with thee, yet will I not deny thee. Likewise also said all
the disciples. Then cometh Jesus with them unto a place called Gethsemane,
and saith unto the disciples, Sit ye here, while I go and pray yonder.
And he took with him Peter and the two sons of Zebedee, and began to be
sorrowful and very heavy. Then saith he unto them, My soul is exceeding
sorrowful, even unto death: tarry ye here, and watch with me. And he went
a little farther, and fell on his face, and prayed, saying, O my Father,
if it be possible, let this cup pass from me: nevertheless not as I will,
but as thou wilt. |