Matthew 25:41-46. τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων,
πορεύεσθε ἀπ' ἐμοῦ [οἱ] κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον
τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ: ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι
φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην καὶ οὐ συνηγάγετέ με,
γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ
με. τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, κύριε, πότε σε εἴδομεν πεινῶντα
ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
τότε ἀποκριθήσεται αὐτοῖς λέγων, ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον οὐκ ἐποιήσατε
ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. καὶ ἀπελεύσονται οὗτοι
εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. |
Matthew 25:41-46. Then shall he say also unto them on the left hand,
Depart from me, ye cursed, into everlasting fire, prepared for the devil
and his angels: For I was an hungred, and ye gave me no meat: I was thirsty,
and ye gave me no drink: I was a stranger, and ye took me not in: naked,
and ye clothed me not: sick, and in prison, and ye visited me not. Then
shall they also answer him, saying, Lord, when saw we thee an hungred,
or athirst, or a stranger, or naked, or sick, or in prison, and did not
minister unto thee? Then shall he answer them, saying, Verily I say unto
you, Inasmuch as ye did it not to one of the least of these, ye did it
not to me. And these shall go away into everlasting punishment: but the
righteous into life eternal. |