Matthew 12:17-29. ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου
τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς
ὃν εὐδόκησεν ἡ ψυχή μου: θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν, καὶ κρίσιν τοῖς
ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς
πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον
τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. καὶ τῷ ὀνόματι
αὐτοῦ ἔθνη ἐλπιοῦσιν. τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ
κωφός: καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν. καὶ
ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, μήτι οὗτός ἐστιν ὁ υἱὸς δαυίδ;
οἱ δὲ φαρισαῖοι ἀκούσαντες εἶπον, οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ
ἐν τῷ βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν
εἶπεν αὐτοῖς, πᾶσα βασιλεία μερισθεῖσα καθ' ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα
πόλις ἢ οἰκία μερισθεῖσα καθ' ἑαυτῆς οὐ σταθήσεται. καὶ εἰ ὁ σατανᾶς
τὸν σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμερίσθη: πῶς οὖν σταθήσεται ἡ βασιλεία
αὐτοῦ; καὶ εἰ ἐγὼ ἐν βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν
τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. εἰ δὲ ἐν πνεύματι
θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ
ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. |
Matthew 12:17-29. That it might be fulfilled which was spoken by Esaias
the prophet, saying, Behold my servant, whom I have chosen; my beloved,
in whom my soul is well pleased: I will put my spirit upon him, and he
shall shew judgment to the Gentiles. He shall not strive, nor cry; neither
shall any man hear his voice in the streets. A bruised reed shall he not
break, and smoking flax shall he not quench, till he send forth judgment
unto victory. And in his name shall the Gentiles trust. Then was brought
unto him one possessed with a devil, blind, and dumb: and he healed him,
insomuch that the blind and dumb both spake and saw. And all the people
were amazed, and said, Is not this the son of David? But when the Pharisees
heard it, they said, This fellow doth not cast out devils, but by Beelzebub
the prince of the devils. And Jesus knew their thoughts, and said unto
them, Every kingdom divided against itself is brought to desolation; and
every city or house divided against itself shall not stand: And if Satan
cast out Satan, he is divided against himself; how shall then his kingdom
stand? And if I by Beelzebub cast out devils, by whom do your children
cast them out? therefore they shall be your judges. But if I cast out devils
by the Spirit of God, then the kingdom of God is come unto you. Or else
how can one enter into a strong man's house, and spoil his goods, except
he first bind the strong man? and then he will spoil his house. |