Matthew 10:5-15. τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ
ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς
πόλιν σαμαριτῶν μὴ εἰσέλθητε: πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ
ἀπολωλότα οἴκου ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν
ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς
καθαρίζετε, δαιμόνια ἐκβάλλετε: δωρεὰν ἐλάβετε, δωρεὰν δότε. μὴ κτήσησθε
χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν
μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον: ἄξιος γὰρ ὁ ἐργάτης τῆς
τροφῆς αὐτοῦ. εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν
αὐτῇ ἄξιός ἐστιν: κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. εἰσερχόμενοι δὲ εἰς
τὴν οἰκίαν ἀσπάσασθε αὐτήν: καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη
ὑμῶν ἐπ' αὐτήν: ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.
καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω
τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ σοδόμων καὶ γομόρρων ἐν ἡμέρᾳ κρίσεως
ἢ τῇ πόλει ἐκείνῃ. |
Matthew 10:5-15. These twelve Jesus sent forth, and commanded them, saying,
Go not into the way of the Gentiles, and into any city of the Samaritans
enter ye not: But go rather to the lost sheep of the house of Israel. And
as ye go, preach, saying, The kingdom of heaven is at hand. Heal the sick,
cleanse the lepers, raise the dead, cast out devils: freely ye have received,
freely give. Provide neither gold, nor silver, nor brass in your purses,
Nor scrip for your journey, neither two coats, neither shoes, nor yet staves:
for the workman is worthy of his meat. And into whatsoever city or town
ye shall enter, enquire who in it is worthy; and there abide till ye go
thence. And when ye come into an house, salute it. And if the house be
worthy, let your peace come upon it: but if it be not worthy, let your
peace return to you. And whosoever shall not receive you, nor hear your
words, when ye depart out of that house or city, shake off the dust of
your feet. Verily I say unto you, It shall be more tolerable for the land
of Sodom and Gomorrha in the day of judgment, than for that city. |