Matthew 9:32-10:4. αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν
αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον: καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν
ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ
ἰσραήλ. οἱ δὲ φαρισαῖοι ἔλεγον, ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει
τὰ δαιμόνια. καὶ περιῆγεν ὁ ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων
ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ
θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη
περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα
ποιμένα. τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ
ἐργάται ὀλίγοι: δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας
εἰς τὸν θερισμὸν αὐτοῦ. καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ
ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν
πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν
ταῦτα: πρῶτος σίμων ὁ λεγόμενος πέτρος καὶ ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ
ἰάκωβος ὁ τοῦ ζεβεδαίου καὶ ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, φίλιππος καὶ βαρθολομαῖος,
θωμᾶς καὶ μαθθαῖος ὁ τελώνης, ἰάκωβος ὁ τοῦ ἁλφαίου καὶ θαδδαῖος, σίμων
ὁ καναναῖος καὶ ἰούδας ὁ ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. |
Matthew 9:32-10:4. As they went out, behold, they brought to him a dumb
man possessed with a devil. And when the devil was cast out, the dumb spake:
and the multitudes marvelled, saying, It was never so seen in Israel. But
the Pharisees said, He casteth out devils through the prince of the devils.
And Jesus went about all the cities and villages, teaching in their synagogues,
and preaching the gospel of the kingdom, and healing every sickness and
every disease among the people. But when he saw the multitudes, he was
moved with compassion on them, because they fainted, and were scattered
abroad, as sheep having no shepherd. Then saith he unto his disciples,
The harvest truly is plenteous, but the labourers are few; Pray ye therefore
the Lord of the harvest, that he will send forth labourers into his harvest.
And when he had called unto him his twelve disciples, he gave them power
against unclean spirits, to cast them out, and to heal all manner of sickness
and all manner of disease. Now the names of the twelve apostles are these;
The first, Simon, who is called Peter, and Andrew his brother; James the
son of Zebedee, and John his brother; Philip, and Bartholomew; Thomas,
and Matthew the publican; James the son of Alphaeus, and Lebbaeus, whose
surname was Thaddaeus; Simon the Canaanite, and Judas Iscariot, who also
betrayed him. |