Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


32.237 Exercises

1. ἐδεξάμεθα
τὴν ἐλιπίδα τῆς σωτηρίας
καὶ περιπατοῦμεν
ἐν τῇ ἀληθείᾳ
ἀπὸ τῆς πρώτης ἡμέρας
ἄχρι τοῦ νῦν.

2. καὶ τὰ τέκνα
ἐφοβήθησαν φόβον μέγαν
καὶ ἔλεγον πρὸς ἀλλήλους,
Τῆς μητρὸς ἡμῶν
ἔχομεν χρείαν.

3. καὶ εἶπον,
Ἰδοὺ θεωρῶ
τοὺς οὐρανοὺς ἠνοιγμένους
καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου
ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ
ἐν μέσῳ τῶν ἁγίων ἀγγέλων.

4. οἱ ποιήσαντες τοιαῦτα
οὐκ εἰσελεύσονται τὴν βασιλείαν
τῆς αἰωνίου εἰρήνης
οὐδὲ ὄψονται
τὸ φῶς
τῆς σωτηρίας.

5. ἐν ἐκείνῳ τῷ καιρῷ
ἔπεσεν φόβος μέγας
ἐπὶ πάντας τοὺς ἐν τῇ πόλει.
οὐκ ἐδυνάμεθα
ιδεῖν τὴν σωτηρίαν ἡμῶν,
ἐφύγομεν οὖν
εἰς τὰ ὄρη.

6. οἰ τοῦ ἀποστόλου
ἐπέθηκαν τὰς χεῖρας
ἐφ' ἡμᾶς
καὶ ἐξήλθομεν κηρύσσοντες
ἡμέρας καὶ νυκτός.

7. καὶ ἦν ἀνὴρ
ἐν τῇ συναγωγῇ
οὗ ἡ δεξιὰ χεὶρ
ἦν ἀσθενής,
ἀναστὰς δὲ ὁ προφήτης
ἐν μέσῳ τοῦ ὄχλου
ἐθεράπευσεν αὐτήν.

8. οὐ χρείαν ἔχετε
ἵνα τις διδάσκῃ ὑμᾶς,
ὁ γὰρ κύριος αὐτὸς
ἐφανέρωσεν ὑμῖν πάντα.

9. οἱ μαθηταί μου ὀφείλουσιν
εἶναι ὅμοιοι παιδίοις,
τῶν γὰρ τοιούτων
ἐστὶν ἡ βασιλεία.

10. οἱ ἰσχυροὶ τῇ πίστει
διδάξουσιν ἐν τῷ ἱερῷ
ὅλον τὸ ἔτος
καὶ πᾶς ὁ λαὸς
ἐλεύσεται ἀκούειν.

11. τῇ ἐσχάτῃ ἡμέρᾳ τοῦ ἔτους
ὁ γραμματεὺς
μὴ δυνάμενος εὑρεῖν τὰ βιβλία αὐτοῦ
ἔκραξεν τῇ γυναικί,
Μὴ γένοιτο.

12. γενώμεθα πιστοὶ
ἄχρι θανάτου
καὶ μὴ ἔχωμεν φόβον
τῶν ἀποκτεινόντων τὸ σῶμα.

13. αἱ γυναῖκες ἐθαύμαζον
καὶ ἐπηρώτων ἀλλήλας
τίς εἴη
οὗτος ὁ τυφλός.

14. ἦν καιρὸς
ὅτε ἐδοκοῦμεν
τὸν θεὸν εἶναι ὅμοιον ἀνθρώπῳ,
νῦν δὲ
ἡ ἀλήθεια τοῦ θεοῦ
πεφανέρωται ἡμῖν.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: November 26, 2005 2:31 PM


powered by FreeFind