Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


31.230 Exercises

1. ὁ λαβὼν
τὴν ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου
μείζων ἐστὶν
τοῦ ἑστηκότος
ἔμπροσθεν ἀρχόντων.

2. ἐὰν γὰρ
μόνον ἀγαπήσητε
τοὺς ἀγαπῶντας ὑμᾶς,
τίνα δόξαν δέξεσθε;
οὐχὶ καὶ οἱ ἁμαρτωλοὶ
ποιοῦσιν τοῦτο;

3. εἰ ὁ δοῦλος τοῦ ἀνδρὸς ἐκείνου
ἦν μακάριος,
οὐκ ἂν ἀπῆλθεν
ἵνα ζητήσῃ
κρείττονα ζωήν.

4. ποῦ εἰσὶν
τὰ βιβλία μου;
τέκνα,
μὴ ἐβάλετε τὰ βιβλία μου
εἰς τὴν θάλασσαν;

5. ὁ υἱὸς ἔφη,
Πάλιν ἥμαρτον
εἰς οὐρανὸν καὶ ἐνώπιόν σου.
διό εἰμι πονηρότερος
πάντων τῶν ἀδελφῶν μου.

6. καλόν ἐστιν
διὰ δικαιοσύνην διωχθῆναι
ἢ μαρτυρεῖν μηδὲν
καὶ δέξασθαι δῶρα.

7. ἡ πόλις ἡμῶν
ἐστι ἡ μικρότερα
πασῶν τῶν πόλεων
ἐν τῇ γῇ,
ἀλλ' ἐγεννήσαμεν
ἱερεῖς καὶ προφήτας πλείονας
ἢ αὐτῶν.

8. λέγεις
ὅτι ἔχεις πλείονα παιδία
τοῦ μεγίστου βασιλέως.
μὴ σὺ μείζων εἶ
τῆς μητρὸς ἡμῶν,
ἥτις
ἔχει δώδεκα παιδία;

9. προσκυνήσωμεν
ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ
μᾶλλον ἢ
τοῦ θρόνου τῶν βασιλέων.

10. εἰ ἐποίεις σημεῖα
πλείονα καὶ μείζονα
τῶν σημείων τοῦ διδασκάλου ἡμῶν,
ἠκολουθοῦμεν ἄν σοι.

11. αἱ χεῖρές μου ἀσθενέστεραι
ἢ οἱ πόδες μου.
διὸ δύναμαι περιπατεῖν μετὰ σοῦ
ἀλλ' οὐ δύναμαι φέρειν
πλεῖον ἢ ἕνα λίθον.

12. μαράριοι
οἱ ἰσχυροὶ ἐν πίστει.
οὐχὶ συναχθήσονται
ἔμπροσθεν τοῦ κυρίου
καὶ εὑρήσουσι χάριν;

13. μόνος οὐκ εἰμί,
οἱ γὰρ ἄγγελοι τοῦ πατρός μού
εἰσιν ὧδε
καὶ ἔχουσι δύναμιν πλείονα
τῶν ἐξουσίων τοῦ κόσμου τούτου.

14. εἰ ἔδωκας ἡμῖν
ἐπαγγελίαν κρείττονα
καὶ ἐλπίδα ἰσχυρότεραν,
οὐκ ἂν ἐγενόμεθα
μαθηταὶ τοῦ κηρύξαντος εἰρήνην.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: November 25, 2005 6:20 PM


powered by FreeFind