Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


27.197 Exercises

There is also Commentary available for these sentences. In addition to the segmentation, you will now see that the verbs (including imperatives), participles and infinitives have been underlined.

1. Ποῦ ὑπάγεις,
διδάσκαλε,
τί διδασκεις
καὶ τίς ἀκολουθεῖ σοι
ἐν τῇ ὁδῷ τῆς ἀληθείας;

2. κηρύσσομεν τὸ εὐαγγέλιον
ἐν τούτῳ τῷ κόσμῳ
ἱνα εἰδῆτε
τίς ἐστιν ἡ ἐλπὶς ἡμῶν.

3. γυνὴ
ἥτις ἦν ἐν τῷ ὄχλῳ
παρεκάλεσε τὴν θυγατέρα αὐτῆς
μαρτυρῆσαι περὶ τῆς πίστεως.

4. ἰδόντες τὰ σημεῖα ταῦτα
ὀφείλομεν ἀπαγγεῖλαι
ἐθεωρήσαμεν καὶ ἠκούσαμεν.

5. ἀνήρ τις εἰσῆλθεν
εἰς τὴν πόλιν
καὶ ἠρώτησεν,
Ποῦ ἐστιν ὁ υἱὸς τοῦ βασιλέως
καὶ τί ἐστιν τὸ ὄνομα αὐτοῦ;

6. ὁ ἄγγελος τὴς εἰρήνης ἐλεύσεται
καὶ λύσει ὑμᾶς
ἐκ τῆς φυλακῆς
ἐν ὥρᾳ
ᾗ οὐ γινώσκετε.

7. οἴδαμεν
ὅτι ὅστις λαμβάνει
τὸν σὸν οἶνον
καὶ πίνει αὐτὸν
βληθήσεται εἰς τὴν φυλακήν.

8. τίς οὖν ἔσται ἡμῶν
ἡ ἐλπὶς καὶ ἡ δόξα
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως;
ἰδοὺ ὑμεῖς ἐστε
ἡ δόξα ἡμῶν καὶ ἡ ἐλπίς.

9. καθὼς γέγραπται
ἐν τῷ βιβλίῳ τοῦ νόμου,
εἴ τις θέλει
πρῶτος εἶναι
ἔστω ὡς παιδίον
καὶ ποιείτω ἔργα δικαιοσύνης ἄλλοις.

10. ἀναβαίνοντες ἀπὸ τῆς θαλάσσης
ἐπεριπατήσαμεν εἰς τὴν κώμην
ἵνα ἀγοράσωμεν
παρὰ τῶν ἀνθρώπων
πλοῖα
ὅσα εἶχον.

11. ὄς ἐὰν θέλῃ
τὴν ζωὴν εὑρεῖν
ἐγγισάτω τῷ θρόνῳ τῆς χάριτος
καὶ κραζέτω
τῷ ποιήσαντι οὐρανὸν καὶ γῆν.

12. ἡ θυγάτηρ σου
ἣν ὁ πιστὸς προφήτης ἤγειρεν
ἐκ τῶν νεκρῶν
οἶδε τὴν δύναμιν τοῦ θεοῦ.

13. τινὲς ἄνδρες ἐλήλυθαν
εἰς τὴν συναγωγὴν
λαλοῦντες πονηρά.
ἀλλὰ ὅσα λέγουσι
καὶ ὅσα διδάσκουσι
μὴ πιστεύσητε,
τὰ γὰρ ῥήματα αὐτῶν
οὐκ ἔστιν ἀληθῆ.

14. οἱ τυφλοὶ
οὓς ἐθεράπευσεν ὁ ἀπόστολος
ἐν τῷ ἱερῷ ἐν σαββάτῳ
ἐξεβλήθησαν ἔξω
ὑπὸ τῶν ἐχουσιῶν.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: April 9, 2005 8:06 PM


powered by FreeFind