Home - D2L - Syllabus | Calendar - Week 12 - Week 13 - Week 14 - Week 15 - Gallery | Perseus - UniGreek - laura-gibbs@ou.edu.

Croy Index: Vocabulary - Prosody - Verbs - Nouns - Adjectives - Nominals - Other Topics - Syntax List


21.152 Exercises

There is also Commentary available for these sentences.


1. ἀγαπῶμεν δὲ
πάντας τοὺς ἀδελφοὺς ἡμῶν
καὶ πάσας τὰς ἀδελφὰς ἡμῶν
καὶ παρακαλοῦμεν ζῆν
μὴ ἑαυτοὶς
ἀλλὰ τῷ κυρίῳ.

2. φοβεῖσθε τοὺς ἄρχοντας
τοὺς σταυροῦντας τοὺς ἁγίους προφήτας
καὶ διώκοντας τοὺς πιστούς;

3. τὰ τέκνα
ἐκάλεσαν τὴν μητέρα αὐτῶν
καὶ ᾔτησαν ἄρτον παρ' αὐτῆς,
αὐτὴ δὲ
οὐκ ἠδύνατο ἑτοιμάσαι αὐτόν.

4. ὁ διδάσκαλός μου
ἐλάλει τοῖς ἁμαρτωλοῖς τούτοις,
ἀλλ' οὐκ ἤθελον
ἀκολουθεῖν αὐτῷ
οὐδὲ περιπατεῖν
ἐν τῇ ὁδῷ τοῦ πνεύματος.

5. οἱ τυφλοὶ
οὐκ ὁρῶσι
τὰ κτισθέντα ὑπὸ θεοῦ,
οἱ δὲ ὀφθαλμοὶ τῆς καρδίας αὐτῶν
βλέπουσι
τὴν βασιλείαν τοῦ οὐρανοῦ.

6. πᾶσαι αἱ γυναῖκες
ἐποίησαν ἑαυταῖς
καλὰ ἱμάτια,
ἀλλὰ πονηροὶ ἄνθρωποι
ἔβαλον αὐτὰ
εἰς τὴν θάλασσαν.

7. εἰ ζητῶ δοξάζειν ἐμαυτόν,
οὔτε πληρώσω τὸν λόγον τοῦ θεοῦ
οὔτε ποιήσω τὸ ἔργον πνεύματος.

8. ὁ ἀνὴρ ἐκεῖνος ἐλάλει
περὶ ἑαυτοῦ
καὶ οὐ περὶ τῆς χάριτος θεοῦ.
σὺ οὖν
οὐκ ἤκουσας αὐτοῦ
οὐδὲ ἠκολούθησας.

9. ἐγὼ οὔπω λογίζομαι ἐμαυτὸν
πεπληρωκέναι τὸν πάντα νόμον,
ζητῶ δὲ
ἀγαπᾶν πάντας
τοὺς διώκοντάς με.

10. ὁ μὲν ἄνθρωπος ἐκεῖνος
ἐγέννησέν με καὶ τὴν ἀδελφήν μου,
ἡμεῖς δὲ
οὐ ζῶμεν
ἐν τῷ οἴκῳ αὐτοῦ
οὐδὲ περιπατοῦμεν
ἐν ταῖς ὁδοῖς αὐτοῦ.

11. ἐδίδαξας ἄλλους
φοβεῖσθαι τὸν κύριον·
ἐδίδαξας δὲ σεαυτὸν
τὸ αὐτὸ ποιεῖν;

12. ὁρᾷ ὁ δοῦλος
ἀπὸ τῆς γῆς
πλοῖον
ἐπὶ τῆς θαλάσσης
καὶ καλεῖ
τοῖς ἐργαζομένοις
ἐν αὐτῷ.

13. ἡ μήτηρ μου
παρεκάλει με καὶ τὴν γυναῖκά μου
γεννῆσαι τέκνα,
ἡμεῖς δὲ
ἔτι ἡτοιμάζομεν ἑαυτούς.

14. ποιῶν σεαυτῷ θρόνον
ἐβούλου ἄρχειν τῆς γῆς,
ὁ δὲ ἄγγελος τοῦ θανάτου
εἶπεν,
Ἐν ταύτῃ τῇ νυκτὶ
τὴν ψυχήν σου
αἰτήσω
ἀπὸ σοῦ.

15. σταυρωθέντος
τοῦ κυρίου
ὑπὸ τῶν ἐξουσιῶν
καὶ ἀποθανόντος,
ᾐτήσαντο
πάντες οἱ ἀκολουθοῦντες αὐτῷ
τὸ σῶμα αὐτοῦ.


Biblical Greek Online. Laura Gibbs, Ph.D. This work is licensed under a Creative Commons License. You must give the original author credit. You may not use this work for commercial purposes. If you alter, transform, or build upon this work, you may distribute the resulting work only under a license identical to this one. Page last updated: April 9, 2005 8:06 PM


powered by FreeFind