Aesop's Fables (Chambry edition)
Chambry 54 = Perry 37
Ἀνὴρ πηρός.
Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον
εἰς τὰς αὐτοῦ χεῖρας ζῷον ἐφαπτόμενος λέγειν ὁποῖόν τί ἐστι. Καὶ δή ποτε
λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· Οὐκ οἶδα πότερον
λύκου ἐστὶν ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζώου γέννημα· τοῦτο μέντοι σαφῶς
ἐπίσταμαι ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προβάτων ποίμνῃ συνιέναι.
Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |