<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 295 = Perry 363

[...]

(variant version from Chambry's first edition)

Παῖς καὶ λέων γεγραμμένος.

Υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυνηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθ' ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. Φοβηθεὶς δὲ μή πως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε, κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. Ὁ δὲ ταῦτα μᾶλλον ὁρῶν πλείονα λύπην εἶχε. Καὶ δήποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· Ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω; Καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα. Σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο· πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ θᾶττον τοῦ βίου μετέστησεν. Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.
Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.