<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 296 = Perry 200

(variant version from Chambry's first edition)

Παῖς κλέπτης καὶ μήτηρ.

Παῖς φέρει δέλτον κλέψας τοῦ διδασκάλου
καὶ [τῇ] μητρὶ φέρει ταύτην μετ' εὐφροσύνης.
Ἡ δὲ λαμβάνει ταύτην σὺν χαρμοσύνῃ.
Ἐν δευτέρῳ δὲ χρόνῳ ἐσθῆτα κλέπτει,
καὶ τοῦτο πράττων ὁ παῖς συχνάκις ἄγει.
Ὡς γοῦν ηὔξανεν ὁ νεανίας ἔτει,
γηράσας ποτὲ τῷ χρόνῳ μείζω κλέπτει.
Ἀλλ' ὀψέ ποτε ληφθεὶς ἐπ' αὐτοφώρῳ
ἄγεται κριθεὶς πρὸς φόνον, φεῦ τῆς τέχνης.
Ἀλλ' ὀπίσωθεν [αὐτοῦ] ἡ μήτηρ ἱσταμένη
[καὶ] κλαίουσα ἐβόα· Τί πέπονθας τοῦτο,
[ἐμὸν] ὦ τέκνον; Ὁ δ' ἔφησε πρὸς τὴν μητέρα·
Ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ,
τὸν τελευταῖον. Ἡ δ' ἐλθοῦσα πλησίον
τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης,
καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον
εἰπὼν τοιόνδε ταύτῃ· Εἰ γὰρ σύ, μῆτερ,
τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον
σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην.

Οὗτος ὁ μῦθος λέγει· Δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων· ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης οἱ κλάδοι ξηρανθῶσιν.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.