<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 228 = Perry 348

Λύκος καὶ ὄνος.

Λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνη γήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν. Ὄνος δὲ παρελθὼν τὴν χαίτην σείσας ἔφη· " Ἐκ φρενὸς λύκου καλὴ γνώμη· ἀλλὰ πῶς σὺ τὴν χθεσινὴν ἄγραν τῇ κοίτῃ ἐναπέθου; Ἄγε ταύτην εἰς μέσον ἀπομερίσας." Ὁ δὲ ἐλεγχγεὶς τοὺς νόμους ἀνέλυσεν. Ὅι αὐτοὶ οἱ τοὺς νόμους δικαίως ὁρίζειν δοκοῦντες καὶ ἐν οἷς ὁρίζουσιν καὶ δικάζουσιν οὐκ ἐμμένουσιν.

(variant version from Chambry's first edition)

Λύκος καὶ ὄνος.

Λύκος τῶν λοιπῶν λύκων ἐκστρατηγήσας
πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας,
ἵνα τις αὐτῶν τιποτοῦν κυνηγήσας
μέσον ἀγάγῃ καὶ μοιράσῃ τοῖς πᾶσι.
Ταῦτα οὖν αὐτοῦ ἀκηκοὼς ὁ ὄνος
χαίτην ἔσεισε καὶ γελῶν ταῦτα ἔφη·
Καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων·
ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν
κοίτῃ παρέθου εἰς τροφὴν σὴν λαθραίως;
Κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν.
Ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι. 

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.