<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 229 = Perry 234

Λύκος καὶ ποιμήν.

Λύκος ἀκολουθῶν ποίμνῃ προβάτων οὐδὲν ἠδίκει. Ὁ δὲ ποιμὴν κατὰ μὲν ἀρχὰς ἐφυλάττετο αὐτὸν ὡς πολέμιον καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐδ' ἀρχὴ ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα νοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρ' αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. Καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλεῖστα εἰσπεσὼν διεφόρησεν. Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην ἔφη· " Ἀλλ' ἔγωγε δίκαια πέπονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον;" Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις τὴν παρακαταθήκην ἐγχειρίζοντες εἰκότως ἀποστερουνται.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.