|
Aesop's Fables (Chambry edition)
Chambry 210 = Perry 259
Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας.
Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν
ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε
τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. "ὁ δὲ τοιοῦτος, ἔφασκε,
τὸν ἀλεκτρυόν ἁφοβοῦμαι." Καὶ ὁ Προμηθεὺς ἔφη· "Τί με μάτην αἰτιᾷ; τὰ γὰρ
ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται."
Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν
ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει
διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· "Τί πάσχεις; ἔφη, καὶ
τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς; " Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος
αὐτῷ κώνωπος· "Ὁπᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; ἢν εἰσδύνῃ μου τῇ
τῆς ἀκοῆς ὁδῷ, τέθνηκα." Καὶ ὁ λέων· "Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ
τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών;"
Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοβεῖν.
Chambry published a multivolume edition of the fables for the Belles Lettres
series in 1925/6 (Paris). He later revised this into a single volume, omitting
hundreds of the fable variants. In addition, the numeration between these two
volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but
the numeration follows the stanard single volume edition. |
|