<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 211 = Perry 143

Λέων καὶ ταῦρος.

Λέων ταῦρῳ παμεμγέθει ἐπιβουλεύων ἐβουλήθη δόλῳ αὐτοῦ περιγενέσθαι. Διόπερ πρόβατον τεθυκέναι φήσας ἐφ' ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητάς τε πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου δι' ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· "Ἀλλ' ἔγωγε οὐ μάτην τοῦτο ποιῶ· ὁρῶ γὰρ παρασκευὴν οὐχὶ ὡς εἰς πρόβατον, ἀλλ' εἰς ταῦρον ἡτοιμασμένην."
Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.