<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 141 = Perry 181

Ἴππος καὶ ὄνος.

Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· Ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐβόα· Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ. 

(variant version from Chambry's first edition)

Ὄνος καὶ ἡμίονος.

Ὀνηλάτης ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους ἤλαυνεν. Ὁ δὲ ὄνος, μέχρι μὲν πεδίον ἦν, ἀντεῖχε πρὸς τὸ βάρος. Ὡς δὲ ἐγένοντο κατά τι ὄρος, ὑποφέρειν μὴ δυνάμενος παρεκάλει τὴν ἡμίονον μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσαι δυνήσηται. Τῆς δὲ παρ' οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνισθεὶς διερράγη. Ὁ δὲ ὀνηλάτης ἀπορῶν ὅ τι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπεσώρευσε. Καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον.
Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν.

Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.