<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 142 = Perry 320

Ἴππος καὶ στρατιώτης.

Ἴππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ μολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ' ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν; Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι. 

(variant version from Chambry's first edition)

Ἴππος καὶ στρατιώτης.

Ἔτρεφε τὸν ἑαυτοῦ ἵππον στρατιώτης, ἕως καιρὸς πολέμου ἦν. Παυσαμένου δὲ τοῦ πολέμου, ἀχύροις καὶ μόνοις ἔτρεφε, φορτίοις μεγάλοις καταβαρύνων. Ὡς δὲ πάλιν καιρὸς πολέμου ἐπέστη, ὁπλισάμενος τὸν ἵππον ἀναβὰς ἔτρεχε. Τοῦ δὲ ἵππου συνεχῶς καταπίπτοντος, ἐδυσχέραινε. Ὁ δὲ ἵππος αὐτῷ ἔφη· Ἄπελθε, ὦ δέσποτα, πεζὸς πολεμήσων· σὺ γὰρ ἀφ' ἵππου ὄνον με πεποίηκας, χυδαίαις ἐργασίαις καταβαρύνων, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον με θέλειςἔχειν; 
Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.