<< Home Page | Chambry Index

Aesop's Fables (Chambry edition)

Chambry 136 = Perry 396

Ἰκτῖνος χρεμετίζων.

Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. Ἴππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τήν πρώτην.
Ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται. 

(variant version from Chambry's first edition)

Ἰκτῖνος χρεμετίζων.

Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν.
Ἀκούσας δὲ εὖ χρεμετίζοντος ἵππου,
εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται,
ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων
οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως·
χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη
τὴν φωνὴν τὴν τοῦ ἵππου καταλαβέσθαι,
καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη.

Ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστεροῦνται καὶ τῶν κατὰ φύσιν.


Chambry published a multivolume edition of the fables for the Belles Lettres series in 1925/6 (Paris). He later revised this into a single volume, omitting hundreds of the fable variants. In addition, the numeration between these two volumes is not consistent. The texts here are taken from the 1925/6 edition, but the numeration follows the stanard single volume edition.